Fragment 31
φαίνεταί μοι κῆνος ἴσος θέοισιν
ἔμμεν᾿ ὤνηρ, ὄττις ἐνάντιός τοι
ἰσδάνει καὶ πλάσιον ἆδυ φωνεί-
σας ὐπακούει
καὶ γελαίσας ἰμέροεν, τό μ᾿ ἦ μὰν
καρδίαν ἐν στήθεσιν ἐπτόαισεν·
ὠς γὰρ ἔς σ᾿ ἴδω βρόχε᾿, ὤς με φώναι-
σ᾿ οὐδ᾿ ἒν ἔτ᾿ εἴκει,
ἀλλὰ κὰμ μὲν γλῶσσά <μ᾿> ἔαγε, λέπτον
δ᾿ αὔτικα χρῷ πῦρ ὐπαδεδρόμηκεν,
ὀππάτεσσι δ᾿ οὐδ᾿ ἒν ὄρημμ᾿, ἐπιρρόμ-
βεισι δ᾿ ἄκουαι,
κὰδ δέ μ᾿ ἴδρως κακχέεται, τρόμος δὲ
παῖσαν ἄγρει, χλωροτέρα δὲ ποίας
ἔμμι, τεθνάκην δ᾿ ὀλίγω ᾿πιδεύης
φαίνομ᾿ ἔμ᾿ αὔτ[ᾳ.
"SAPPHO"